Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.645 Joseph. BJ 4.653 (English) >>Joseph. BJ 4.659

4.650καὶ μετὰ μίαν ἡμέραν εἰσελαύνει μὲν Ἀντώνιος μετὰ τῆς δυνάμεως, ὑπήντων δʼ οἱ Οὐιτελλίου καὶ τριχῆ κατὰ τὴν πόλιν συμβαλόντες ἀπώλοντο πάντες. 4.651προέρχεται δὲ

-- --

μεθύων ἐκ τοῦ βασιλείου Οὐιτέλλιος καὶ δαψιλέστερον ὥσπερ ἐν ἐσχάτοις τῆς ἀσώτου τραπέζης κεκορεσμένος. 4.652συρεὶς δὲ διὰ τοῦ πλήθους καὶ παντοδαπαῖς αἰκίαις ἐξυβρισθεὶς ἐπὶ μέσης τῆς Ῥώμης ἀποσφάττεται, μῆνας ὀκτὼ κρατήσας καὶ ἡμέρας πέντε, ὃν εἰ συνέβη πλείω βιῶσαι χρόνον, ἐπιλιπεῖν ἂν αὐτοῦ τῇ λαγνείᾳ τὴν ἡγεμονίαν οἶμαι. 4.653τῶν δʼ ἄλλων νεκρῶν ὑπὲρ πέντε μυριάδες ἠριθμήθησαν. 4.654ταῦτα μὲν τρίτῃ μηνὸς Ἀπελλαίου πέπρακτο, τῇ δʼ ὑστεραίᾳ Μουκιανὸς εἴσεισι μετὰ τῆς στρατιᾶς, καὶ τοὺς σὺν Ἀντωνίῳ παύσας τοῦ κτείνειν, ἔτι γὰρ ἐξερευνώμενοι τὰς οἰκίας πολλοὺς μὲν τῶν Οὐιτελλίου στρατιωτῶν πολλοὺς δὲ τῶν δημοτικῶν ὡς ἐκείνου ἀνῄρουν φθάνοντες τῷ θυμῷ τὴν ἀκριβῆ διάκρισιν, προαγαγὼν δὲ τὸν Δομετιανὸν συνίστησι τῷ πλήθει μέχρι τῆς τοῦ πατρὸς ἀφίξεως ἡγεμόνα. 4.655 δὲ δῆμος ἀπηλλαγμένος ἤδη τῶν φόβων αὐτοκράτορα Οὐεσπασιανὸν εὐφήμει, καὶ ἅμα τήν τε τούτου βεβαίωσιν ἑώρταζε καὶ τὴν Οὐιτελλίου κατάλυσιν. 4.656

Εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἀφιγμένῳ τῷ Οὐεσπασιανῷ τὰ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκε καὶ πρέσβεις ἐκ πάσης τῆς ἰδίας οἰκουμένης συνηδόμενοι· μεγίστη τε οὖσα μετὰ τὴν Ῥώμην πόλις στενοτέρα τοῦ πλήθους ἠλέγχετο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.645 Joseph. BJ 4.653 (English) >>Joseph. BJ 4.659

Powered by PhiloLogic